[ ] Phokis — Delphi — undated
1 [ἄρχοντ]ος Ἁγίωνος τοῦ Δίωνος, μηνὸς [․․․c.10․․․, βου]λευόντων
[Ἀστοξέ]νου, Κριτολάου, Σωτύλου, ἐπὶ τοῖσ[δε ἀπέδον]το Ἀστόξενος
[καὶ Δαμὼ] τῶι Ἀπόλλωνι τῷ Πυθίωι σῶμα ἀν[δρεῖον ὧι] ὄνομα Ἀριστοκρά-
[της ἐπὶ π]αραμονᾷ {δω} μνᾶν πέντε [καὶ τὰν τιμὰν ἀπέχ]ει πᾶσαν. βεβαι-
5 [ωτὴρ κατὰ] τοὺς νόμους τᾶς πόλιος Σωτύ[λος Ἡρά]κ̣ωνος, καθὼς
ἐπίσ[τευσ]ε Ἀριστοκράτης τῷ θεῷ τὰν ὠνὰν [ἐφ’ ᾧ]τε ἐλεύθερον εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόν[ον. π]αραμινάτω δὲ Ἀριστο-
κράτης Ἀστοξένῳ καὶ Δαμοῖ, ποιῶν τὸ ἐπιτα[σσ]όμενον πᾶν τὸ δυνα-
τόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασ[σό]μενον, ἐξουσίαν ἐχέ-
10 τωσαν Ἀστόξενος καὶ Δαμὼ ἐπιτιμέοντες τ[ρ]όπωι ᾧ κα θέλωντι. ἐπεὶ
[δέ] κά τι ἀνθρώπινον γένηται περὶ Ἀστόξενον καὶ Δαμώ, ἐλεύθερος ἔστω
[Ἀρισ]τοκράτης. εἰ δέ τις ἐφάπτοιτο Ἀριστοκράτεος ἐπὶ καταδουλισμῷ,
[βέβα]ιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ [τε ἀ]ποδόμενοι, καὶ ὁ βεβαιωτὴρ
[βεβαι]ούτω· ὡσαύτως δὲ καὶ ὁ παρατυχὼν κ[ύρι]ος ἔστω συλέων Ἀριστοκράτη
15 [ἐπ’ ἐλε]υθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδ[ικος π]άσας δίκας καὶ ζαμίας. μάρτυροι
[οἱ ἱερεῖς] τοῦ Ἀπόλλωνος Νικόσ[τρατος Ἄρχ]ωνος, Καλλίστρατος Αἰακίδα.
Search Help
Contact Us