[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Καλλιστράτου τοῦ Αἰακίδ]α, μηνὸς Ἀμαλίου, βουλευόντων Μελισσίωνος, Κλέωνος, Σωτύλου ἀπέδοτο Λάδικος Σωσία σῶμα ἀ[ν]- |
[δρεῖον ὧι ὄνομα Ζωΐλος τῶι Ἀπόλλωνι τ]ῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ τιμᾶς ἀργυρίο[υ] μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νομο[ὺς] | |
[τᾶς πόλιος Νικαῖος Νίκωνος. παραμεινάτ]ω δὲ Ζωΐλος Λαδίκωι πάντα τὸν [τ]ᾶς ζωᾶς αὐτοῦ χρόνον, ποιῶν τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλήτως. εἰ δὲ μὴ παραμέν- | |
[οι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμενον, κύριος ἔστω]ι Λάδικος Ζωΐλῳ ἐπιτιμέων, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐπει δέ κα τι ἀνθρώπινον γέ- | |
5 | [νηται περί Λάδικον, ἐλεύθερος ἔστω Ζωΐλ]ος κατὰ πᾶν καὶ μένων καὶ χωριζόμενος ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ζωΐλου ἐπὶ καταδουλισμῶι, βέβαιον π- |
[αρεχόντω τὰν ὠνὰν τῶι θεῶι ὁ ἀποδόμε]νος καὶ ὁ βεβαιωτὴρ Νικαῖος. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ζωΐλον ὡς ἐλεύθερον ὅντα, ἀζάμιος | |
[ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμία]ς. μάρτυροι οἵ τε ἱερῖς τοῦ Ἀπόλλωνος Νικόσστρατος Ἄρχωνος, Καλλίστρατος Αἰακίδα καὶ ἰδιῶται Εὐκλείδας | |
[— — — —, — — — — — — — —, Ἡρα]κλέδας Γλευκία, Φίλιππος Ἀγεμάχου, Ἁβρόμαχος Ξεναγόρα. |