[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Καλλιστράτου τοῦ Αἰακίδ]α, μηνὸς Ἀμαλίου, βουλευόντων Μελισσίωνος, Κλέωνος, Σωτύλου ἀπέδοτο Λάδικος Σωσία σῶμα ἀ[ν]-
[DREI=ON W(=I O)/NOMA *ZWI/+LOS TW=I *)APO/LLWNI T]W=I *PUQI/WI E)P' E)LEUQERI/A| TIMA=S A)RGURI/O[U] MNA=N E(/C, KAI\ TA\N TIMA\N E)/XW PA=SAN. BEBAIWTH\R KATA\ TOU\S NOMO[U\S]
[τᾶς πόλιος Νικαῖος Νίκωνος. παραμεινάτ]ω δὲ Ζωΐλος Λαδίκωι πάντα τὸν [τ]ᾶς ζωᾶς αὐτοῦ χρόνον, ποιῶν τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλήτως. εἰ δὲ μὴ παραμέν-
[οι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμενον, κύριος ἔστω]ι Λάδικος Ζωΐλῳ ἐπιτιμέων, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐπει δέ κα τι ἀνθρώπινον γέ-
5 [νηται περί Λάδικον, ἐλεύθερος ἔστω Ζωΐλ]ος κατὰ πᾶν καὶ μένων καὶ χωριζόμενος ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ζωΐλου ἐπὶ καταδουλισμῶι, βέβαιον π-
[αρεχόντω τὰν ὠνὰν τῶι θεῶι ὁ ἀποδόμε]νος καὶ ὁ βεβαιωτὴρ Νικαῖος. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ζωΐλον ὡς ἐλεύθερον ὅντα, ἀζάμιος
[ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμία]ς. μάρτυροι οἵ τε ἱερῖς τοῦ Ἀπόλλωνος Νικόσστρατος Ἄρχωνος, Καλλίστρατος Αἰακίδα καὶ ἰδιῶται Εὐκλείδας
[— — — —, — — — — — — — —, Ἡρα]κλέδας Γλευκία, Φίλιππος Ἀγεμάχου, Ἁβρόμαχος Ξεναγόρα.
Search Help
Contact Us