[ ]
Phokis — Delphi — undated
1 | [ἄ]ρχοντος Καλλιστράτου τοῦ Αἰακίδα, [μηνὸς — — —, βουλευ]- |
όντων Μελισσίωνος τοῦ Διονυσ[ίο]υ, Κ[λέωνος τοῦ Δάμωνος, Σω]- | |
τύλου τοῦ Σωστράτ̣ου, ἐπὶ τοῖσδε ἀ[πέδοντο Καλλίστρατος καὶ] | |
Τιμώ, συνευαρεστεόντων αὐτῶν καὶ τ[— — — — — — — —, ἐπ’ ἐλευ]- | |
5 | θερίαι τῶι Ἀπό{ι}λλωνι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι κοράσιο[ν οἰκογενὲς ᾇ ὄνομα Στρα]- |
τ<ώ>, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τ[ιμὰν ἀπέχοντι πᾶσαν. βε]- | |
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλι[ος — — — — — — — — —, κα]- | |
θὼς ἐπίστευσε τῶι θεῶι Στρατὼ τὰν [ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶ]- | |
μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν [πάντα βίον. παραμεινάτω] | |
10 | δέ Στρατὼ Καλλιστράτωι καὶ Τιμοῖ ἕω[ς κα ζῶντι ποιοῦσα τὸ ἐπι]- |
τασσόμενον πᾶν ἀνεπικωλύτως. [εἰ δὲ μὴ παραμένοι ἢ μὴ] | |
ποιέοι τὸ ἐπιτασσόμενον καθὼς [ἐπάνω γέγραπται, ἐξουσίαν] | |
ἐχέτω Καλλίστρατος καὶ Τιμὼ ἐπιτιμ[έοντες τρόπωι ὧι κα θέλων]- | |
τι. ἐπεὶ δέ κα τι ἀνθρώπινον γένητ[αι περὶ Καλλίστρατον καὶ Τι]- | |
15 | μώ, ἐλευθέρα ἔστωι Στράτω καὶ ἀπολ[ελυμένα τᾶς παραμονᾶς, καὶ ἐ]- |
ξουσίαν ἐχέτω καὶ μένουσα καὶ [ἀποτρέχουσα ᾇ κα θέλῃ. εἰ δέ τις] | |
ἐφάπτοιτο ἐπί καταδουλισμῶι Στρα[τοῦς, βέβαιον παρεχόντω τῶι θεῶι] | |
τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ β[εβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρα]- | |
τυχὼν κύριος ἔστω συλέων Στρα[τὼ ὡς ἐλευθέραν οὖσαν καὶ ἀνέφα]- | |
20 | πτον, ἀζάμιος ὢν καὶ ἀνυπόδικο[ς πάσας δίκας καὶ ζαμίας. μαρτυ]- |
ρες ὅ τε ἱερεὺς τοῦ Ἀπόλλωνος Ν[ικόστρατος Ἄρχωνος καὶ ἰδιῶται] | |
Εὐκ<λ>είδας Ἡρακλείδα, Πολέμαρχ[ος Δάμωνος, Βαβύλος καὶ Εὐκλείδας] | |
οἱ Αἰακίδα, Μένης Δάμω[νο]ς, Ἐπί[νικος Νικοστράτου, — — — — —] | |
[․․c.8․․․]Τ̣[․․․․]Α̣Τ̣Ο̣Σ̣Κ̣[— — — — — — — — — — — — — — — — — — — — —]. |