[ ] Phokis — Delphi — undated — SGDI 2343B
1 [ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα, μηνὸς — — — — — —, βουλευόν]-
[των Κλεομάντιος] τοῦ Δείνωνος, Νικί̣α το[ῦ Κλέωνος, Ἐράτωνος]
[τοῦ Κλέωνος, ἀπέδο]το Πύρρος Δρομοκλείδα, σ[υνευαρεστεόντων]
[καὶ τᾶς γυναικὸς αὐ]τοῦ Καλλινίκας καὶ τῶν υἱῶν Δ[ρο]μοκλε[ίδα καὶ]
5 [— — — — — τῶι Ἀπόλλω]νι τῶι Πυθίωι ἐπ’ [ἐ]λευθερίᾳ σ[ῶ]μα ἀνδρεῖο[ν ᾧ ὄ]-
[νομα Ἀντίοχος, τιμ]ᾶς ἀργυρίου μνᾶ[ν] δέκα, καὶ τὰν τιμὰν ἀπέχ[ει πᾶσαν].
[βεβαιωτὴρ κατὰ το]ὺς νόμους τᾶς πόλιος Δωρ[ό]θεος Διοδώρου, [ἐφ’ ᾧτε]
[ἐλεύθερον εἶμεν] Ἀντίοχον καὶ ἀνέφ<α>πτον ἀπ[ὸ] πάντων τὸν πάν[τα]
[βίον, ποιῶν ὅ] κα θέλῃ καὶ ἀποτρέχοντα ᾇ κα θέ[λ]ῃ. εἰ δέ τις ἐφάπτο[ιτο]
10 [Ἀντιόχου ἐπὶ κ]α[τ]αδουλισμῶι, βέβαιον παρεχόντωι τῶι θεῶ[ι τὰν]
[ὠνὰν ὅ τε ἀπο]δόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δε καὶ ὁ παρ[ατυχὼν]
[κύριος ἔστω συλέω]ν Ἀντίοχον ὡς ἐλεύθ[ε]ρον ὄντα ἀζά[μιος ὢν καὶ ἀ]-
[νυπόδικος πάσας δίκ]ας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱ[ερεῖς] τοῦ Ἀπόλ̣[λω]-
[νος Λαιάδας Βαβύλο]υ, Νικόστρατος Ἄρ[χ]ωνος καὶ ἰδιῶται Καλλίστ̣[ρα]-
15 [τος, ․․․c.10․․․ Λαι]άδα Ἄγων Λα̣ι̣[άδα, Ἀ]στ[όξεν]ος καὶ Μελισσίω[ν].
Search Help
Contact Us