[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντος Κλ]ε[ομάντιος τοῦ Δείνωνος, μηνὸς — — — — —, βουλευόντων Δί]- |
| ωνος τοῦ Ἀντιγενίδα, Μέ[ντορος τοῦ Λαιάδα, Τιμολέωνος τοῦ Ἐμμε]- | |
| [ν]ίδα, ἀπέδοτο Θεόξενος Φιλα[ιτώλου καὶ — — —ρετα — — — τῶι Ἀπόλλ]- | |
| [ων]ι τῶι Πυθίωι σώματα δύο, ἓν μ[ὲν γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Σω]- | |
| 5 | [σίχ]α καὶ τὸ ἐξ εὐτᾶς παιδάριον ᾧ [ὄνομα Φιλώτας, τιμᾶς ἀργυρίου ἑκά]- |
| [τερ]ον μνᾶν πέντε, καὶ τὰν τιμὰ[ν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ] | |
| [τοὺ]ς νόμους τᾶς πόλιος Βαβύλος Αἰ[ακίδα καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι] | |
| [θ]εῶι Σωσίχα καὶ Φιλώτας ὥστε ἐλευ[θέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ] | |
| [π]άντων τὸν πάντα βίον ποιοῦντας [ὅ κα θέλωντι καὶ ἀποτρέχοντας ᾇ] | |
| 10 | [κ]α θέλωντι. εἰ δέ τις ἐφάπτοιτο Σωσίχ[ας ἢ Φιλώτα ἐπὶ καταδουλισμῶι, βε]- |
| [β]αιον παρεχόντωι τῶι θεῷ τὰν ὠνὰν [οἵ τε ἀποδόμενοι Θεόξενος καὶ — — —]- | |
| [․]ρετα καὶ ὁ βεβαιωτὴρ Βαβύλος Αἰακί[δα. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι]- | |
| ος ἔστω συλέων Σωσίχαν καὶ Φιλώτα[ν ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢν καὶ ἀνυ]- | |
| πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ[ροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ] | |
| 15 | [Π]υθίου Νικόσστρατος Ἄρχωνος, Κα[λλίστρατος Αἰακίδα, καὶ ἰδιῶται — — —] |
| [․]υδης Ἴνδου, Διόδωρος Δωροθέου, Ι[— — — — — — — — — — — — —, Ἐμμενί]- | |
| δας Τιμολέωνος. |