[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Κλ]ε[ομάντιος τοῦ Δείνωνος, μηνὸς — — — — —, βουλευόντων Δί]-
ωνος τοῦ Ἀντιγενίδα, Μέ[ντορος τοῦ Λαιάδα, Τιμολέωνος τοῦ Ἐμμε]-
[ν]ίδα, ἀπέδοτο Θεόξενος Φιλα[ιτώλου καὶ — — —ρετα — — — τῶι Ἀπόλλ]-
[ων]ι τῶι Πυθίωι σώματα δύο, ἓν μ[ὲν γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Σω]-
5 [σίχ]α καὶ τὸ ἐξ εὐτᾶς παιδάριον ᾧ [ὄνομα Φιλώτας, τιμᾶς ἀργυρίου ἑκά]-
[τερ]ον μνᾶν πέντε, καὶ τὰν τιμὰ[ν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ]
[τοὺ]ς νόμους τᾶς πόλιος Βαβύλος Αἰ[ακίδα καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι]
[θ]εῶι Σωσίχα καὶ Φιλώτας ὥστε ἐλευ[θέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ]
[π]άντων τὸν πάντα βίον ποιοῦντας [ὅ κα θέλωντι καὶ ἀποτρέχοντας ᾇ]
10 [κ]α θέλωντι. εἰ δέ τις ἐφάπτοιτο Σωσίχ[ας ἢ Φιλώτα ἐπὶ καταδουλισμῶι, βε]-
[β]αιον παρεχόντωι τῶι θεῷ τὰν ὠνὰν [οἵ τε ἀποδόμενοι Θεόξενος καὶ — — —]-
[․]ρετα καὶ ὁ βεβαιωτὴρ Βαβύλος Αἰακί[δα. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι]-
ος ἔστω συλέων Σωσίχαν καὶ Φιλώτα[ν ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢν καὶ ἀνυ]-
πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ[ροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ]
15 [Π]υθίου Νικόσστρατος Ἄρχωνος, Κα[λλίστρατος Αἰακίδα, καὶ ἰδιῶται — — —]
[․]υδης Ἴνδου, Διόδωρος Δωροθέου, Ι[— — — — — — — — — — — — —, Ἐμμενί]-
δας Τιμολέωνος.
Search Help
Contact Us