[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Πολεμ[ά]ρχου το[ῦ Δάμωνος, μηνὸς Ἀ]μαλίου, βουλευόντων Σελεύ- |
| κου τοῦ Βαβύλου, Ἀντιφίλου [τοῦ Γοργίλου, ἐ]π̣ὶ τοῖσδε ἀπέδοτο Φ<ι>λωτέ- | |
| ρα Νείκω{κω}νος {²⁶Νείκωνος}²⁶ συνευα[ρεστέοντ]ος καὶ τοῦ υἱοῦ αὐτᾶς Μεν<ε>κρά- | |
| τεος, τῷ Ἀπόλλων<ι> τῷ Πυθ[ίῳ σῶμ]α γυναικῆον οἰκο{κο}γενὲς {²⁶οἰκογενὲς}²⁶ ᾇ ὄνομα | |
| 5 | Σωτηρίς, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν. βε- |
| βαιωτὴρ κατὰ τοὺς νόμου[ς] τᾶς πόλιος Εὐκλείδας Ἡρακλείδα, καθὼς | |
| ἐπίστευσε Σ{σ}ωτηρὶς {²⁶Σωτηρὶς}²⁶ τ[ῷ] θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧτ’ ἐλευθέρα εἶμεν καὶ | |
| ἀνέφαπτος ἀπὸ πάντω[ν] τὸν πάντα χρόνον. παρ<α>μεινάτω δὲ Σωτηρὶς | |
| Φιλωτέρᾳ{ρα}, ποιοῦσα πᾶν [τὸ] ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. ε<ἰ> δὲ μὴ | |
| 10 | παραμένοι μηδὲ ποιέοι τὸ [ἐπι]τασσόμενον, ἐξουσίαν ἐχέτω Φιλωτέρα ἐπι- |
| τειμέουσα τρόπωι [ᾧ κα θέ]λῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Φιλωτέ- | |
| ραν, δότω Σωτηρὶς τ̣[ειμ]ᾶς Μενεκράτει ἀργυρίου μνᾶ<ν>, καὶ ἔστω ἐλευθέρα. | |
| εἰ δέ τις ἐφάπτοιτο [Σωτηρίος] ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῶι | |
| τὰν ὠνὰν ἅ τε [ἀποδομένα καὶ ὁ] βεβαιωτὴρ βεβαιούτω· ὡσαύτως δὲ κύριος ἔστω καὶ | |
| 15 | ὁ παρατυχ[ὼν συλέων Σωτηρὶ]ν ἐπ’ ἐλ{ελ}ευθερίᾳ {²⁶ἐλευθερίᾳ}²⁶, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας |
| δίκας{κας} καὶ [ζαμίας. μάρτυρ]ες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίο<υ> Διόδωρος | |
| Δωροθέου, Ἁ[βρόμαχος Ξεναγ]όρα· πολῖται Μεγάρτας Εὐανγέλου, Εὐκράτης | |
| Λαμένεο[ς]. |