FD III 3:385
[ ] Phokis — Delphi — undated — SGDI 2113
1 ἄρχοντος Βαβύλου τοῦ Αἰακίδαι, μηνὸς Ἡ̣[ρακλείου, βουλευόντ]ων [Νικία τοῦ]
Φιλονίκου, Μένητος τοῦ Ξενοκρίτου, Κλεάνδ[ρου τοῦ Φίλω]ν̣ος, ἐπὶ τοῖσδε
ἀπέδ{εαπεδ}οτο {²⁶ἀπέδοτο}²⁶ Ἁβρύστας Βείθυος, Θεοξένα Πύρ[ου, συμπαρό]ν̣των καὶ συνευα-
ρεστεόν{τεον}των {²⁶συνευαρεστεόντων}²⁶ τοῦ τε υἱοῦ αὐτῶν Πύρου καὶ τᾶ[ς θυγατρὸ]ς αὐτῶν Ἡραΐδος, τῷ
5 Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα ἀνδρ[εῖον ᾧ ὄνο]μα Εὐφρόσυνος τιμᾶς
ἀργυρίου μνᾶς καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσα[ν, καθὼ]ς ἐπίστευσαν τὰν ὠ-
νὰν τῷ θεῷ. βεβαιωτὴρ Δωρόθεος Διοδώρου. ὁμοίως δὲ καὶ [ὁ παρα]τυγχάνων κύριος ἔστω
<σ>υλέων ἐπ’ ἐλευθερίᾳ κατὰ τοὺς νόμους τᾶς πόλιος Δ[ωρόθεο]ς Διοδώρου ἐφ’ ᾧτε
ἀνέφαπτον εἶμεν Εὐφρόσυν<ον> καὶ ἐλεύθερον τὸν π[άντα βίον. εἰ] δέ τις ἐφάπτοι<το> Εὐφρο-
10 σύνου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θ[εῷ τὰν] ὠνὰν οἱ βεβαιωτῆρες
τῷ θεῷ. μάρτυροι Μένης Ξενοκρίτου, Στράτα[γος Φίλω]νος, Ἐμενίδας Τι-
μολέωνος, Ἁβρόμαχος Ξεναγόρα, Φίλων Στρα<τάγου>.
Search Help
Contact Us