[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Εὐκλείδα τοῦ Ἡρ]α̣κ̣λ̣ε̣ίδα, [μηνὸς — —]-
[—, βουλευόντων Ἀντι]γένεος, Μένητος, ἀπέδοτ[ο]
[— — — — —, συνευδοκε]ούσας καὶ τᾶς ματρὸς αὐτοῦ
[— — — — σῶμα — —]ιον οἰκογενὲς ᾧ ὄνομα Κτήσων [τῷ]
5 [Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐ]λευθερίᾳ, τιμᾶς ἀργυρίου μνᾶ[ν] τεσσ[άρω]ν,
[καὶ τὰν τιμὰν ἀπέ]χει πᾶσαν καθὼς ἐπίστευσε Κτήσων τὰν ὠνὰν
[τῷ θεῷ ἐφ’ ᾧτε] ἐλ[εύ]θερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων π[οιέ]-
[οντα ὅ κα θέλῃ] καὶ ἀποτρέχοντα ᾇ κα θέλῃ Κτήσωνα. βεβαιωτὴρ
[κατὰ τοὺς ν]όμους τᾶς πόλιος Ἐπίνικος Νικοστράτου. εἰ δέ τις
10 [ἐφάπτοι]το Κτήσωνος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν<τω>
[τῷ θεῷ] τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ, καὶ ὁμοίως ὁ πα-
[ρατυχ]ὼν κύριος ἔστω συλέων Κτήσωνα ὡς ἐλεύθερον ὄντα καὶ
[ἀνέφ]απτον ἀπὸ πάντων, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα̣[ς]
[δίκας] καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυ-
15 [θίου Κα]λλίστρατος καὶ Ἁβρόμα̣[χ]ος, καὶ ἰδιῶται Νίκανδρος Καλλι-
[στράτ]ου, Ἁγίων Δίωνος, Εὐκλείδας Καλλία, Αἰακίδας [—?—]
Search Help
Contact Us