[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Εὐκλείδα τοῦ Ἡρ]α̣κ̣λ̣ε̣ίδα, [μηνὸς — —]- |
[—, βουλευόντων Ἀντι]γένεος, Μένητος, ἀπέδοτ[ο] | |
[— — — — —, συνευδοκε]ούσας καὶ τᾶς ματρὸς αὐτοῦ | |
[— — — — σῶμα — —]ιον οἰκογενὲς ᾧ ὄνομα Κτήσων [τῷ] | |
5 | [Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐ]λευθερίᾳ, τιμᾶς ἀργυρίου μνᾶ[ν] τεσσ[άρω]ν, |
[καὶ τὰν τιμὰν ἀπέ]χει πᾶσαν καθὼς ἐπίστευσε Κτήσων τὰν ὠνὰν | |
[τῷ θεῷ ἐφ’ ᾧτε] ἐλ[εύ]θερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων π[οιέ]- | |
[οντα ὅ κα θέλῃ] καὶ ἀποτρέχοντα ᾇ κα θέλῃ Κτήσωνα. βεβαιωτὴρ | |
[κατὰ τοὺς ν]όμους τᾶς πόλιος Ἐπίνικος Νικοστράτου. εἰ δέ τις | |
10 | [ἐφάπτοι]το Κτήσωνος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν<τω> |
[τῷ θεῷ] τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ, καὶ ὁμοίως ὁ πα- | |
[ρατυχ]ὼν κύριος ἔστω συλέων Κτήσωνα ὡς ἐλεύθερον ὄντα καὶ | |
[ἀνέφ]απτον ἀπὸ πάντων, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα̣[ς] | |
[δίκας] καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυ- | |
15 | [θίου Κα]λλίστρατος καὶ Ἁβρόμα̣[χ]ος, καὶ ἰδιῶται Νίκανδρος Καλλι- |
[στράτ]ου, Ἁγίων Δίωνος, Εὐκλείδας Καλλία, Αἰακίδας [—?—] |