[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Ἐπινίκ]ου τ[ο]ῦ Ν[ικοστρ]άτου, μηνὸς [Ἀπελλ]αίο[υ], βουλευόν[τ]ων Διοδ[ώ]ρου τοῦ Φιλονίκο[υ],
[Τιμολέωνος τ]οῦ Ἐμμενίδ, ἀ]πέδοτο Δάμων Λα[․4․․ο]υ τῶι [Ἀπό]λλωνι τῷ Πυθίῳ ἐπ’ ἐλ[ευθερίᾳ σῶμα]
[γυν]αικεῖον ᾇ ὄνομα Διονυσία, τιμᾶς ἀργυρίου μνᾶ[ν τ]ριῶν, κ[αὶ τὰ]ν τιμὰν ἀπέχει πᾶσαν, καθώ[ς ἐπίστευσε]
[Διονυ]σία τῷι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπ[τ]ον ἀπὸ πάντων τὸν πάντα βίον. βεβ[αιωτὴρ]
5 [κ]ατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκλείδας Ἡρακλείδα. εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ καταδ[ουλισ]-
[μ]ῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος [ἔσ]-
[τω] συλέων Διονυσίαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερε[ῖς]
[τοῦ] Ἀπόλλωνος Καλλίστρατος, Διόδωρος, Φίλων, καὶ ἰδιῶται Ἐράτων, Θεόξενος, Εὐάγγελος, Φιλιστίων, Ἀντιφάνης.
Search Help
Contact Us