[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντο]ς Ἡρ[ακλείδα, μηνὸς — — — — —] |
[βουλε]υόντων Ἀ[θανίωνος, Φιλονίκου, Ἐμ]- | |
[μ]ενίδα, Στράτων[ος, ἀπέδοντο Κάρπος καὶ] | |
Τιμοκράτεα, συ[νευδοκεουσῶν — — — — —]- | |
5 | α Κλε[α]ρέτας Π[— — — — — — — — — Δα?]- |
μοβούλας, τῷ Ἀ[πόλλωνι τῷ Πυθίῳ σῶ]- | |
μα ἀνδρεῖον ᾧ ὄ[νομα Σωσικράτης], | |
τιμᾶς ἀργυρίο[υ μνᾶν — — — καὶ τὰν τιμὰν] | |
ἔχοντι πᾶσαν [καθὼς ἐπίστευσε] | |
10 | Σωσικράτης τὰ[ν ὠνὰν τῷ θεῷ ἐφ’ ᾧ]- |
τε ἐλεύθερον εἶμ[εν καὶ ἀνέφαπτον ἀπὸ] | |
πάντων τὸν πάντα β[ίον. βεβαιωτῆρες] | |
κατὰ τοὺς νόμους Πολ[— — — — — — — — — —] | |
λου, Ἀρίστων Ξενία. παρα[μεινάτω δὲ Σωσ]- | |
15 | ικράτης Κάρπῳ καὶ Τιμοκρατέᾳ ποέ[ων] |
τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. | |
εἰ δὲ μὴ ποήοι, ἐξουσίαν ἐχέτωσαν ψ[ο]- | |
φήοντες καὶ διδέντες πλὰν μὴ πωλέο[ν]- | |
τες. εἰ δὲ θέλοι προαπελθεῖν, δό[τω τὸ] ἐ[ν] | |
20 | τᾷ ὠνᾷ γεγραμμέν[ον ἀ]ργύριον <καὶ> ἀπολελυμ- |
ἐνος ἔστω τᾶς πα[ραμ]ονᾶς. εἰ δέ τις ἐφάπ- | |
[τοι]το Σωσικράτεος ἐ[πὶ καταδ]ουλισμῷ, | |
[βέβα]ιον παρεχέτωσαν τὰν ὠνὰν τῷ θε[ῷ] | |
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ· [ὣς] | |
25 | [δὲ] καὶ ὁ παρατυχὼν ἐξουσίαν [ἐχέτω] |
[συλέων Σωσικράτη ὡς ἐλεύ]θ̣ε̣[ρον — — —] |