[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Κλεάνδρου], μηνὸς Ἀπελλαίου, βουλευ- |
[όντων Π]ο[λίτα, Εὐκ]λείδα τοῦ Ἡρακλείδα, Δίωνος τοῦ | |
[Καλλί]α, Θεοξ[ένου], ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος Εὐ- | |
[δόκ]ου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
5 | [π]α̣ιδάρεον {²⁶παιδάριον}²⁶ ὧι ὄνομα Γρῖπος τὸ γένος οἰκογενῆ |
τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων καὶ τὰν τιμὰν ἔ- | |
χει πᾶσαν καθὼς ἐπίστευσε Γρεῖπος τῶι θεῷ τὰν | |
ὠνὰν ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ π[άν]- | |
[των π]οιοῦντα ὅ κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τ[ᾶς] | |
10 | [πόλιος Κλ]έων Ἥρυος. παραμινάτω δὲ Γρῖπος Εὐάνδρω[ι ἕως] |
[κα ζῇ Εὔαν]δρος. εἰ δέ τις ἐφάπτοιτο Γρίπου ἐπὶ καταδο[υλι]- | |
[σμῶι, βέβαιο]ν παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμ[ενος] | |
[καὶ ὁ βεβαι]ωτήρ. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρ[ιοι ἔσ]- | |
[των συλέο]ντες Γρῖπον ὡς ἐλαύθερον ἀζάμιοι ὄντες κ[αὶ ἀνυ]- | |
15 | [πό]δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερε[ῖς Ἁ]- |
[γίω]ν, Πυρρίας, καὶ Μνασίδαμος, [Δ]αμοκράτης, Φίλων, Ἐρά[των]. |