[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Κλεάνδρου], μηνὸς Ἀπελλαίου, βουλευ-
[όντων Π]ο[λίτα, Εὐκ]λείδα τοῦ Ἡρακλείδα, Δίωνος τοῦ
[Καλλί]α, Θεοξ[ένου], ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος Εὐ-
[δόκ]ου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
5 [π]α̣ιδάρεον {²⁶παιδάριον}²⁶ ὧι ὄνομα Γρῖπος τὸ γένος οἰκογενῆ
τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων καὶ τὰν τιμὰν ἔ-
χει πᾶσαν καθὼς ἐπίστευσε Γρεῖπος τῶι θεῷ τὰν
ὠνὰν ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ π[άν]-
[TWN P]OIOU=NTA O(/ KA QE/LH|. BEBAIWTH\R KATA\ TO\N NO/MON T[A=S]
10 [πόλιος Κλ]έων Ἥρυος. παραμινάτω δὲ Γρῖπος Εὐάνδρω[ι ἕως]
[κα ζῇ Εὔαν]δρος. εἰ δέ τις ἐφάπτοιτο Γρίπου ἐπὶ καταδο[υλι]-
[σμῶι, βέβαιο]ν παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμ[ενος]
[καὶ ὁ βεβαι]ωτήρ. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρ[ιοι ἔσ]-
[των συλέο]ντες Γρῖπον ὡς ἐλαύθερον ἀζάμιοι ὄντες κ[αὶ ἀνυ]-
15 [πό]δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερε[ῖς Ἁ]-
[γίω]ν, Πυρρίας, καὶ Μνασίδαμος, [Δ]αμοκράτης, Φίλων, Ἐρά[των].
Search Help
Contact Us