[ ] Phokis — Delphi — undated
1 ἄρχον[τος Κα]λλία, μηνὸ[ς — — — —, βουλευόντων — — — — —]ς,
Πάτρωνος, Ἐμμενίδα, Δάμωνος, ἀπέ[δοτο Πατροφίλα — — — — —]
Μακέτα τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευ[θερίᾳ κοράσιον ᾇ ὄνομα]
Δαμοστράταν δωρέαν, ἐφ’ ὧιτε ἐλευθέρα[ν εἶμεν καὶ ἀνέφαπτον]
5 ἀπὸ πάντων. εἰ δέ τις ἐφάπτοιτο Δαμοστράτας [ἐπὶ καταδουλισμῶι],
κύριος ἔστω ὁ παρατυχὼν συλέων ὑπὲρ τὸν θεὸν καὶ [ἀφαιρείμενος]
Δαμοστράταν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος. παραμεινάτω δε [Δαμοστράτα]
Πατροφίλᾳ ἕως κα ζ[ῇ] Πατροφίλα [․․․]Σ̣Α̣ τὸ ἐπιτασ̣σ̣όμενον πᾶν [τὸ] δυνατὸν.
εἰ δέ <μὴ> παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον, κυρία ἔστω [Πατρο]φίλα
10 ἐπιτιμέουσα Δαμοστράτᾳ τρόπωι ᾧ κα θέλῃ πλὰμ μὴ πωλέουσα. εἰ δὲ θέλοι
Δαμοστράτα ἀποτρέχειν ἀπὸ Πατροφίλας πρὸ τοῦ παραμεῖναι αὐτᾷ καὶ εὐ-
αρεστέοι Πατροφίλα, ἀποδότω Δαμοστράτα Πατροφίλᾳ τροφεῖα ἀργυ-
ρίου μνᾶς τρεῖς· ἄλλως δὲ μὴ ἐχέτω ἐξουσίαν ἀπελθεῖν ἀπὸ Πα-
τροφίλας. εἰ δέ τι πάθοι Πατροφίλα, ποιησάτω τὰ ποτὶ γᾶν πάντα
15 Δαμοστράτα Πατροφίλᾳ. μάρτυροι οἱ ἱερῖς Αἰακίδας, Ἐμμενίδας·
[Π]ολυ̣τιμ̣ίδας Μελισίωνος, Διονύσιος Ἀστοξένου.
Search Help
Contact Us