[ ] Phokis — Delphi — undated
1 [ἄρχοντο]ς Μελισσίωνος τοῦ Διονυσίου, μηνὸς Εἰλαίου, βουλευόντων Ἀριστο[κλέ]-
[α τοῦ Φι]λονίκου, [Ἀντι]φίλου τοῦ Γοργίλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστόνικος Ἀριστονίκου [καὶ]
[Ἀντιγόν]α τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ παιδάριον ᾧ ὄνομα Μνῆς καὶ κοράσιον ᾇ ὄνομα
[Εὐφρο]σύνα τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ
5 [τοὺς νό]μο<υ>ς τᾶς πόλιος Μελισσίων Διονυσίου, καθὼς ἐπίστησε τῷ θεῷ τὰν ὠνὰν [Μνῆς]
[καὶ] Εὐφροσύνα, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα [βί]-
[ον. παρ]αμινάτω δὲ Μνῆς καὶ Εὐφροσύνα Ἀριστονίκῳ καὶ Ἀντιγόνᾳ τὸν τασσόμ[ενον] χρό-
[νον, πᾶ]ν ποιέοντες τὸ δυνατὸν ἀνενκλήτως. εἰ [δὲ] μὴ παραμίνοισαν ἢ μὴ ποιήοισαν τ[ὸ]
[ἐπιτασσ]όμενον, ἐξουσίαν ἐχέτω Ἀριστόνικος καὶ Ἀντιγόνα ἐπιτιμέοντες αὐτοῖς τρόπῳ ᾧ κα
10 [θέλων]τι. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Ἀρισστόνικον πρῶτον, μένουσαν Ἀντιγόναν κατ’ αὐ-
[σαυτ]άν, ἔσστω ἁ παραμονά· εἰ δ’ ἄνδρα λάβοι, ἔσστωσαν Μνῆς καὶ Εὐφροσύνα ἐλεύθεροι. εἰ δέ τις
[ἐφά]πτοιτο ἐπὶ καταδουλισμῷ Μνέος καὶ Εὐφροσύνας, βέβαιον παρεχέτω τῶ θ[εῷ τ]ὰν ὠνὰν οἵ τε ἀπ[ο]-
[δό]μενοι καὶ ὁ βεβαιωτήρ· ὡσαύτως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσστω ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢ[ν]
[καὶ ἀνυπ]όδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε εἱερῖς τοῦ Ἀπόλλωνος Διόδωρος Δωροθέου,
15 [Καλλίστρατ]ος Αἰακίδα, καὶ οἱ ἄρχοντες Ἀρισστοκλέας Φιλονίκου, Ἀντίφιλος Γοργίλου, καὶ εἰ[δ]ιῶται Ν[․․]
[․․c.7․․]ωνος, Φιλιστίων Διοκλέος, Ἀθανίων Κλεοξενίδα, Ἀντιφάνης Ἀρίσστωνος, Πολυκράτης Φιλοκράτεος.
Search Help
Contact Us