[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντο]ς Μελισσίωνος τοῦ Διονυσίου, μηνὸς Εἰλαίου, βουλευόντων Ἀριστο[κλέ]- |
| [α τοῦ Φι]λονίκου, [Ἀντι]φίλου τοῦ Γοργίλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστόνικος Ἀριστονίκου [καὶ] | |
| [Ἀντιγόν]α τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ παιδάριον ᾧ ὄνομα Μνῆς καὶ κοράσιον ᾇ ὄνομα | |
| [Εὐφρο]σύνα τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ | |
| 5 | [τοὺς νό]μο<υ>ς τᾶς πόλιος Μελισσίων Διονυσίου, καθὼς ἐπίστησε τῷ θεῷ τὰν ὠνὰν [Μνῆς] |
| [καὶ] Εὐφροσύνα, ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα [βί]- | |
| [ον. παρ]αμινάτω δὲ Μνῆς καὶ Εὐφροσύνα Ἀριστονίκῳ καὶ Ἀντιγόνᾳ τὸν τασσόμ[ενον] χρό- | |
| [νον, πᾶ]ν ποιέοντες τὸ δυνατὸν ἀνενκλήτως. εἰ [δὲ] μὴ παραμίνοισαν ἢ μὴ ποιήοισαν τ[ὸ] | |
| [ἐπιτασσ]όμενον, ἐξουσίαν ἐχέτω Ἀριστόνικος καὶ Ἀντιγόνα ἐπιτιμέοντες αὐτοῖς τρόπῳ ᾧ κα | |
| 10 | [θέλων]τι. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Ἀρισστόνικον πρῶτον, μένουσαν Ἀντιγόναν κατ’ αὐ- |
| [σαυτ]άν, ἔσστω ἁ παραμονά· εἰ δ’ ἄνδρα λάβοι, ἔσστωσαν Μνῆς καὶ Εὐφροσύνα ἐλεύθεροι. εἰ δέ τις | |
| [ἐφά]πτοιτο ἐπὶ καταδουλισμῷ Μνέος καὶ Εὐφροσύνας, βέβαιον παρεχέτω τῶ θ[εῷ τ]ὰν ὠνὰν οἵ τε ἀπ[ο]- | |
| [δό]μενοι καὶ ὁ βεβαιωτήρ· ὡσαύτως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσστω ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢ[ν] | |
| [καὶ ἀνυπ]όδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε εἱερῖς τοῦ Ἀπόλλωνος Διόδωρος Δωροθέου, | |
| 15 | [Καλλίστρατ]ος Αἰακίδα, καὶ οἱ ἄρχοντες Ἀρισστοκλέας Φιλονίκου, Ἀντίφιλος Γοργίλου, καὶ εἰ[δ]ιῶται Ν[․․] |
| [․․c.7․․]ωνος, Φιλιστίων Διοκλέος, Ἀθανίων Κλεοξενίδα, Ἀντιφάνης Ἀρίσστωνος, Πολυκράτης Φιλοκράτεος. |