[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Πολε[μάρ]χου τοῦ [Δάμωνος, μηνὸς Βυ]- |
σίου, βουλευόντων Σελεύκου τοῦ Β[αβύλου, Ἀντιφίλου] | |
τοῦ Γ[οργί]λου, ἀπέδοτο Τειμόλαος [καὶ Τει]- | |
μό[λ]α Τειμολάου τῷ Ἀπόλλωνι τῷ Π[υθίῳ σῶμα] | |
5 | γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Ἀμβρόσσιον, τ[ιμᾶς ἀ]- |
ργυρίου μνᾶν πέντε καὶ τὰν τειμὰν ἀπέχον[τι πᾶσα]- | |
ν. βεβαιωτὴρ κατὰ [τοὺς ν]όμ[ους] τᾶς πόλιος [Πολέμα]- | |
ρχος Δάμωνος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα[δουλι]- | |
σμῷ Ἀμβροσσίου, [βέβαιον πα]ρεχόντων τῷ θε[ῷ τὰν] | |
10 | ὠνὰν οἵ τε ἀποδόμεν[οι] καὶ ὁ βεβαιωτήρ. ὁμοίω[ς δὲ] |
[καὶ ὁ π]αρατυχὼν [κύριος ἔστω συλέων Ἀμβρόσ]- | |
σιον ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυ[πόδι]- | |
κος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπ[όλ]- | |
λωνος τοῦ Πυθίου Διόδωρος Δωροθέου, Ἁβρόμαχος [Ξε]- | |
15 | ναγόρα καὶ ἰδιῶται Νίκανδρος, Καλλίστρατος, [Β]αβύλο[ς Αἰ]- |
ακίδα, Φιλιστίων Διοκλέος. |