[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Πολε[μάρ]χου τοῦ [Δάμωνος, μηνὸς Βυ]-
σίου, βουλευόντων Σελεύκου τοῦ Β[αβύλου, Ἀντιφίλου]
τοῦ Γ[οργί]λου, ἀπέδοτο Τειμόλαος [καὶ Τει]-
μό[λ]α Τειμολάου τῷ Ἀπόλλωνι τῷ Π[υθίῳ σῶμα]
5 γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Ἀμβρόσσιον, τ[ιμᾶς ἀ]-
ργυρίου μνᾶν πέντε καὶ τὰν τειμὰν ἀπέχον[τι πᾶσα]-
ν. βεβαιωτὴρ κατὰ [τοὺς ν]όμ[ους] τᾶς πόλιος [Πολέμα]-
ρχος Δάμωνος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα[δουλι]-
σμῷ Ἀμβροσσίου, [βέβαιον πα]ρεχόντων τῷ θε[ῷ τὰν]
10 ὠνὰν οἵ τε ἀποδόμεν[οι] καὶ ὁ βεβαιωτήρ. ὁμοίω[ς δὲ]
[καὶ ὁ π]αρατυχὼν [κύριος ἔστω συλέων Ἀμβρόσ]-
σιον ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυ[πόδι]-
κος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπ[όλ]-
λωνος τοῦ Πυθίου Διόδωρος Δωροθέου, Ἁβρόμαχος [Ξε]-
15 ναγόρα καὶ ἰδιῶται Νίκανδρος, Καλλίστρατος, [Β]αβύλο[ς Αἰ]-
ακίδα, Φιλιστίων Διοκλέος.
Search Help
Contact Us