[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ταραντίνου, μηνὸς Ἐν[δυσποιτροπίου],
βουλευόντων Φιλαιτώιλου, Κλεο[δάμου, Δάμω]-
νος, Δάμωνος, ἀπέδοτο Νίκων ΚΑ[— — — —, συν]-
ε̣υαρεστέο[ν]τος κ̣α̣ὶ̣ [․․]ΣΙ̣[․]ΩΡ̣Ο[․, σῶμα — — — —]
5 ον ᾇ ὄνομα Σωτηρίς, τὸ γένος Θρᾶισσα, [τῷ Ἀπόλλω]-
νι τῷ Πυθίῳ ἐπ’ ἐλευθ[ερίᾳ, τιμᾶς ἀργυρίου μνᾶν]
πέντε καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐ]-
πίστευσε Σωτηρὶς τῷ θεῷ τὰν ὠν[άν, ἐφ’ ᾧτε]
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος [ἀπὸ πάντων],
10 ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα [ᾇ κα θέλῃ]
Σωτηρίς. βεβαιωτὴρ κατὰ τοὺς νόμους [— — — — —]
[․․․․․]ν[․․]ος. εἰ δέ τις ἐφάπτοιτο [Σωτηρίος]
ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν[τω τῷ θε]-
ῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε[βαιωτήρ],
15 καὶ ὁμοίως ὁ παρατυχὼν [κύριος ἔστω συλέων]
Σωτηρὶν ὡς ἐλευθέραν οὖσαν [καὶ ἀνέφαπτον]
ἀπὸ πάντων, ἀζάμιος ὢν κα[ὶ ἀνυπόδικος πάσας]
δίκας καὶ ζαμίας. μάρτυρ[οι οἵ τε ἱερεῖς τοῦ Ἀ]-
πόλλωνος Αἰακί[δ]ας καὶ Βαβ[ύλος καὶ ἰδιῶ]-
20 ται Δωρόθεος̣ [Δ]ιοδώρου̣, #⁷[— — — — — — — — —]
[․․․c.10․․․]ΟΚ[․․․]ΙΑΣ[— — — — — — — — — — —]
[․]ος Δάμωνος, [— — — — — — — — — — — — — —]
Search Help
Contact Us