[ ] Phokis — Delphi — undated
1 [ἄρχον]τος Ξενοκρίτου τοῦ Μνασιδάμου, μηνὸς Ἡρακλείου, βουλευόντων δὲ Πολυκλείτου, Χαριξένου, Λαιάδα, Ἀρχελάου, ἐπὶ
[τοῖσ]δε ἀπέδοτο [Μ]έντωρ Φιλαιτώλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Φιλαιτώλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
[DREI=ON W(=|] O)/NOM[A *KRI/]TWN, TIMA=S A)RGURI/OU MNA=N TRIW=N, KAI\ TA\N TIMA\N E)/XEI PA=SAN, KAQW\S E)PI/STEUSE TW=I QEW=I TA\N W)NA\N *KRI/TWN, E)F' W(=ITE E)L[EU/]-
[θερο]ν εἶμεν{ι} καὶ ἀνέφαπτον. βεβαιωτὴρ Λαιάδας Ἄγωνος. παραμεινάτω δὲ Κρίτων Μέντορι ἕως κα ζώῃ Μέντωρ, ποιῶν τὸ ἐπιτασσό[με]-
5 [νον πᾶ]ν ἀνενκλήτως τὸ δυνατόν· εἰ δὲ μὴ ποίῃ Κρίτων καθὼς γέγραπται, κύριος ἔστω ἐπιτιμέων τρόπῳ ᾧ κα θέλῃ Μέντωρ. ἐπεὶ δέ κά τι [ἀνθρώπι]-
[νον γέ]νηται περὶ Μέντορα, ἀποτρεχέτω Κρίτων ἐλεύθερος ᾇ κα θέλῃ. μάρτυροι οἵ τε ἱερεῖς Ἀπόλλωνος Ξενοκράτης, Α[ἰακίδας, καὶ ἰδιῶται Καλ]-
[λίας Εὐ]κλείδα, Ἐμμενίδας Πάσωνος, Ἁγίων Δρομοκλείδα, Ὀρθαῖος, Δάμων Ἀγάθωνος.
Search Help
Contact Us