[ ]
Phokis — Delphi — undated
1 | [ἄρχον]τος Ξενοκρίτου τοῦ Μνασιδάμου, μηνὸς Ἡρακλείου, βουλευόντων δὲ Πολυκλείτου, Χαριξένου, Λαιάδα, Ἀρχελάου, ἐπὶ |
[τοῖσ]δε ἀπέδοτο [Μ]έντωρ Φιλαιτώλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Φιλαιτώλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
[δρεῖον ᾧ] ὄνομ[α Κρί]των, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Κρίτων, ἐφ’ ὧιτε ἐλ[εύ]- | |
[θερο]ν εἶμεν{ι} καὶ ἀνέφαπτον. βεβαιωτὴρ Λαιάδας Ἄγωνος. παραμεινάτω δὲ Κρίτων Μέντορι ἕως κα ζώῃ Μέντωρ, ποιῶν τὸ ἐπιτασσό[με]- | |
5 | [νον πᾶ]ν ἀνενκλήτως τὸ δυνατόν· εἰ δὲ μὴ ποίῃ Κρίτων καθὼς γέγραπται, κύριος ἔστω ἐπιτιμέων τρόπῳ ᾧ κα θέλῃ Μέντωρ. ἐπεὶ δέ κά τι [ἀνθρώπι]- |
[νον γέ]νηται περὶ Μέντορα, ἀποτρεχέτω Κρίτων ἐλεύθερος ᾇ κα θέλῃ. μάρτυροι οἵ τε ἱερεῖς Ἀπόλλωνος Ξενοκράτης, Α[ἰακίδας, καὶ ἰδιῶται Καλ]- | |
[λίας Εὐ]κλείδα, Ἐμμενίδας Πάσωνος, Ἁγίων Δρομοκλείδα, Ὀρθαῖος, Δάμων Ἀγάθωνος. |