[ ] Phokis — Delphi — undated
1 [ἄρχ]οντ{οντ}ος {²⁶ἄρχοντος}²⁶ Φίλωνος τοῦ Στρα<τά>γου, μηνὸς Ἀπελλαίου, βουλευόντων
[Πάσωνο]ς τοῦ Ὀρέστα, Ἄγωνος τοῦ Λαιάδα, Ἀμύντα τοῦ Εὐαγγέλου, Ἀσκληπὼ Νι-
[κοβούλο]υ ἀπέλυσε Σωτηρὶν τᾶς παραμονᾶς, λαβοῦσα παρ’ αὐτᾶς ἀργυρίου μνᾶς τρεῖς·
[καὶ ἔστ]ω Σωτηρὶς ἀπὸ τούτου τοῦ χρόνου ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάν-
5 [των τ]ὸν πάντα χρόνον, καὶ μηθενὶ μηθὲν ποθήκουσα. μάρτυροι οἵ τε ἄρχοντες
[Πάσω]ν, Ἄγων, Ἀμύντας, καὶ ὁ ἱερεὺς Λαιάδας, καὶ ἰδιῶται Ξε<ν>όκριτος, Καλλίστρατος,
[․․5․․], Δάμων, Πύρρος.
Search Help
Contact Us