[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Νικάρχου, μηνὸς Ἡραίου, βουλευόντων Δωρο- |
θέου, Ξενοκρίτου, Γοργίλου, Φίλωνος, ἀπέδοτο Ἀφροδισία Δά- | |
μωνος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Σωσία καὶ τοῦ ὑο[ῦ] | |
Λαδίκου τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ ὄνομα Εὐλο[γί]- | |
5 | α, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ ἡμίσου καὶ τὰν τιμὰν ἔχει πᾶσα[ν], |
καθὼς ἐπίστευσε Εὐλογία τῷ θεῷ τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλευθέρα[ν εἶμεν] | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ [․․․9?․․․․] | |
Ἀστοξένου. εἰ δέ τις ἐφάπτοιτο Εὐλογίας ἐ[πὶ καταδουλισμῷ, βέβαιον] | |
παρεχέτω τῷ θε[ῷ τὰν] ὠνὰν ἅ τε ἀπο[δομένα καὶ ὁ βεβαιωτήρ]. | |
10 | ὁμοίως δὲ καὶ ὁ [παρατυχὼν κύριος ἔστω συλέων Εὐλογίαν] |