[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Δαμοκράτεος, μηνὸς Βουκατίου, βου[λευ]-
όντων Κλεάνδρου, Ἰατάδα, Ἀριστίωνος, Καλλία, ἀπ[έδο]-
το Φίλων Φιλάγρου καὶ Σώσιον Σωτίωνος, συνευδο[κέον]-
τος καὶ Νικομάχου τοῦ Φιλοξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
5 κοράσιον οἰκογενὲς ἇι ὄνομα Καταθύμιον, τιμᾶς ἀργυρίου
μνᾶν δύο καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ Φίλα-
γρος Κλέωνος, καθὼς ἐπίστευσε Καταθύμιον τῶι θεῶι
τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
των. εἰ δέ τις ἐφάπτοιτο Καταθυμίου ἐπὶ καταδουλισμῷ, κύρι-
10 ος ἔστω ὅ τε βεβαιωτὴρ καὶ ἄλλος ὁ παρατυχὼν συλέων ὡς ἐ-
λευθέραν. μάρτυροι Δίων, Ἧρυς, Φίλαγρος.
Search Help
Contact Us