[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ξενοκρίτου τοῦ Μνασιδάμου, μηνὸς Ἰλαίου, βου-
λευόντων Πολυκλείτου, Λαιάδα, Χαριξένου, Ἀρχελάου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἀσκληπὼ Νι[κ]οβούλου τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον οἰκογενὲς ἇι ὄνομα
5 Σωτηρίς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν
ἀπέχει πᾶσαν. βεβαιωσὴρ κατὰ τὸν νόμον Σώστρα-
τος Σωτύλου. παραμεινάτω δὲ Σωτηρὶς Ἀσκληποῖ
ἕως κα ζώῃ Ἀσκληπὼ ποιοῦσα τὸ ἐπιτασσόμενον ὑ-
π’ αὐτᾶς πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι καθ<ὼ>ς
10 γέγραπται, ἐξουσίαν ἐχέτω Ἀσκληπὼ μαστιγοῦσα Σωτηρὶν καὶ ἐπι-
τιμέουσα αὐτᾶι. εἰ δὲ πρότερον θέλοι χωρίζεσθαι Σωτη-
ρὶς ἀπὸ Ἀσκληποῦς, χωριζέσθω καταβαλοῦσα Ἀσκληποῖ ἀρ-
γυρίου μνᾶς τρεῖς, καθὼς ἐπίστευσε Σωτηρὶς τῶι θεῶι τὰν
ὠνὰν ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν-
15 των. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίος ἐπὶ καταδουλισμῶι, βέβαι-
ον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτ[ήρ].
Search Help