[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ξενοκρίτου τοῦ Μνασιδάμου, μηνὸς Ἰλαίου, βου- |
λευόντων Πολυκλείτου, Λαιάδα, Χαριξένου, Ἀρχελάου, | |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἀσκληπὼ Νι[κ]οβούλου τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον οἰκογενὲς ἇι ὄνομα | |
5 | Σωτηρίς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν |
ἀπέχει πᾶσαν. βεβαιωσὴρ κατὰ τὸν νόμον Σώστρα- | |
τος Σωτύλου. παραμεινάτω δὲ Σωτηρὶς Ἀσκληποῖ | |
ἕως κα ζώῃ Ἀσκληπὼ ποιοῦσα τὸ ἐπιτασσόμενον ὑ- | |
π’ αὐτᾶς πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι καθ<ὼ>ς | |
10 | γέγραπται, ἐξουσίαν ἐχέτω Ἀσκληπὼ μαστιγοῦσα Σωτηρὶν καὶ ἐπι- |
τιμέουσα αὐτᾶι. εἰ δὲ πρότερον θέλοι χωρίζεσθαι Σωτη- | |
ρὶς ἀπὸ Ἀσκληποῦς, χωριζέσθω καταβαλοῦσα Ἀσκληποῖ ἀρ- | |
γυρίου μνᾶς τρεῖς, καθὼς ἐπίστευσε Σωτηρὶς τῶι θεῶι τὰν | |
ὠνὰν ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
15 | των. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίος ἐπὶ καταδουλισμῶι, βέβαι- |
ον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτ[ήρ]. |