[ ] Phokis — Delphi — undated
1 [ἐ]πειδὴ Πολύγνωτος καὶ Δαμοτέλης οἱ Ἀριστοκλέος Θρο-
νιεῖς εὐχρήστους αὐτοσαυτοὺς παρεχόμενοι τυγχάνον-
τι τᾶι τε πόλει καὶ κατ’ ἰδίαν ἀεὶ τοῖς ἐντυχανόντοις, σπου-
[δ]ᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείποντες, ἐνδαμήσαντες
5 δὲ καὶ ἐν τὰν π[ό]λιν ἁμῶν, τάν τ’ ἐπιδαμίαν καὶ ἀναστρο-
[φὰ]ν ἐποιήσαντο εὐσχήμονα καὶ πρέπουσαν ἀξίως αὐτο-
[σ]αυτῶν τε καὶ τῶν προγόνων καὶ τᾶς ἁμετέρας πόλιος· ὅπως
OU)=N KAI\ A( PO/LIS FAI/NHTAI TIME/OUSA TOU\S A)CI/OUS TW=N A)NDRW=N: A)GA-
θᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Πολύγνωτον
10 [κα]ὶ Δαμοτέλην τοὺς Ἀριστοκλέος Θρονιεῖς, καὶ ὑπάρχειν αὐτοῖς τε
[καὶ ἐγ]γόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν,
[ἀσυλί]αν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί-
[θητ]ι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ τἄλλα τίμια πάντα ὅσα καὶ
[τοῖς] ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρ-
15 [χοντ]ος Ἀθανίωνος τοῦ Κλεοξενίδα, βουλευόντων Πολυκράτεος
[το]ῦ Κλεοδάμου, Τιμοκλέος τοῦ Σωτύλου, Φίλωνος τοῦ Ἀριστέ-
α, Εὐαγγέλου τοῦ Μεγάρτα· ἀναγράψαι δὲ καὶ τὰ γράμματα ἐν τὸ
ἱερὸν τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us