[ ]
Phokis — Delphi — undated
1 | [ἐ]πειδὴ Πολύγνωτος καὶ Δαμοτέλης οἱ Ἀριστοκλέος Θρο- |
νιεῖς εὐχρήστους αὐτοσαυτοὺς παρεχόμενοι τυγχάνον- | |
τι τᾶι τε πόλει καὶ κατ’ ἰδίαν ἀεὶ τοῖς ἐντυχανόντοις, σπου- | |
[δ]ᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείποντες, ἐνδαμήσαντες | |
5 | δὲ καὶ ἐν τὰν π[ό]λιν ἁμῶν, τάν τ’ ἐπιδαμίαν καὶ ἀναστρο- |
[φὰ]ν ἐποιήσαντο εὐσχήμονα καὶ πρέπουσαν ἀξίως αὐτο- | |
[σ]αυτῶν τε καὶ τῶν προγόνων καὶ τᾶς ἁμετέρας πόλιος· ὅπως | |
οὖν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τῶν ἀνδρῶν· ἀγα- | |
θᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Πολύγνωτον | |
10 | [κα]ὶ Δαμοτέλην τοὺς Ἀριστοκλέος Θρονιεῖς, καὶ ὑπάρχειν αὐτοῖς τε |
[καὶ ἐγ]γόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, | |
[ἀσυλί]αν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί- | |
[θητ]ι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ τἄλλα τίμια πάντα ὅσα καὶ | |
[τοῖς] ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρ- | |
15 | [χοντ]ος Ἀθανίωνος τοῦ Κλεοξενίδα, βουλευόντων Πολυκράτεος |
[το]ῦ Κλεοδάμου, Τιμοκλέος τοῦ Σωτύλου, Φίλωνος τοῦ Ἀριστέ- | |
α, Εὐαγγέλου τοῦ Μεγάρτα· ἀναγράψαι δὲ καὶ τὰ γράμματα ἐν τὸ | |
ἱερὸν τοῦ Ἀπόλλωνος. |