[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Ἡρακλείδα τ]ο̣ῦ̣ Εὐκλείδα, μηνὸς Ἐνδυσποιτρο- |
[πίου, βουλευ]όντων Ἀθανίωνος τοῦ Κλεοξενίδα, Φι- | |
[λονίκου το]ῦ̣ Νικία, Στράτωνος τοῦ Νικοδάμου, Ἐμμενίδα | |
[τοῦ Τιμολ]έωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Σατύρα Ἀν<δ>ρ<ον>ίκου, | |
5 | [συνευδ]οκεόντων καὶ τῶν υἱῶν αὐτᾶς Σατύρου καὶ Καλ- |
[․․6․․․]ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
[οἰκογενὲς ᾇ ὄ]νομα Παραμόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
[σάρων καὶ ἡμιμν]αίου, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βε- | |
[β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Καλλίας Εὐκλεί- | |
10 | δα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Παραμόναν καὶ ἀνέφαπτον |
ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλῃ, καὶ ἀπο- | |
τρέχουσαν οἷς κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Παραμό- | |
νας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι | |
θεῶι τὰν ὠνὰν οἴ τε ἀποδόμενοι, καὶ ὁ βεβαιωτὴρ | |
15 | βεβαιούτω, κύριος δὲ ἔστω ὁ παρατυχὼν συλέων |
Παραμόναν ὡς ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυ- | |
πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι | |
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας Βαβύλου, Ξενοκράτης | |
Ἀγησιλάου καὶ ἰδιῶται Εὐκλείδας, Δείνων. |