[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ν[ικάνδ]ρου, μηνὸς Ποιτροπίου, |
βουλευόντων [Νικί]α, Μέντορος, Ὀρθαίου, | |
ἀπέδοτο Καλλὶς τῶι Ἀπόλλωνι τῶι | |
Πυθί[ωι σ]ῶμα ἀνδρεῖον παιδάριον ᾧ | |
5 | ὄνομα Διογένης τιμᾶς ἀργυρίου μνᾶν |
τρίων, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαι- | |
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Μέν- | |
τωρ Φιλαιτώλου. παραμεινάτω δὲ Διο- | |
γένης Καλλεῖ καὶ Ι[․․․] πο̣έων τὸ ἐ<πι>τα- | |
10 | [σ]ομένον πᾶν [τὸ δυνατό]ν. εἰ δὲ μὴ ποέ- |
[οι], ἐξουσίαν ἐχέτω[σαν ἐπιτ]ιμέο[υ]- | |
[σα]ι τρόπῳ [ᾧ] κα θέλωντι πλὰν μὴ πωλέου- | |
σαι. ἐπεὶ δέ κα τι πάθωντι αἱ προγεγραμέ- | |
ναι, ἐλεύβερος ἔστω̣ Διογένη<ς> καὶ μηθενὶ | |
15 | μηθὲν ποθείκων. εἰ δέ τις ἐφάπτοιτο Διο- |
γένεος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- | |
τω <τῷ> θεῶι τὰν ὠνὰν αἵ τε ἀποδόμεναι καὶ ὁ βε- | |
βαιωτὴρ Μέντωρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
κύριος ἔστω συλέων Διογένην ἐπ’ ἐλευθε- | |
20 | [ρί]ᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
[καὶ ζαμ]ίας. μάρτυροι ὅ τε ἱερεὺς τοῦ Ἀπόλ- | |
[λωνος Νι]κόστρατος καὶ ἰδιῶται Καλλίας, | |
[․․․7․․․], Δάμων, Βαβύλος. καὶ εἰ θέλοι Καλ̣- | |
[λὶς ․․․]ειμεν ἢ ὑποθέμεν Διογένην, ἐ- | |
25 | [ξουσία]ν ἐχέτω. |