[ ] Phokis — Delphi — undated — SIG(3) 739
1 Δελφοὶ ἔδωκαν Μενάνδρωι Δαιδάλου Ἀκαρνᾶνι ἀπὸ Θυρρείου,
κατὰ δὲ χρηματισμὸν Κασσωπαίωι, τῶι γραμματικῶι, αὐτῶι καὶ ἐγγόνοις
προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πάν-
τοις {τοις} τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τἄλλα τίμια πάντα ὅσα καὶ
5 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἐπεὶ παραγενόμενος
ἐν Δελφοὺς ἀπαρχὰν ἐποήσατο ἀπὸ τοῦ μαθήματος τῶι θεοῖ καὶ τᾶι πόλει,
ἀποκαθήμενος ἐν τῶι γυμνασίωι καὶ διατιθέμενος σχολὰς ἐν αἷς καὶ εὐδοκίμησε,
διδομένου τε αὐτῶι καὶ ἐράνου ὑπὸ τᾶς πόλιος οὐκ ἐδέξατο, φάμενος ἐπιδεδα-
μήκειν ἐν Δελφοὺς τᾶς τε τοῦ θεοῦ τιμᾶς ἕνεκα καὶ τᾶς Δελφῶν καταλογᾶς, ὃν καὶ ἐπὶ
10 πάντοις τούτοις ἔδοξε καὶ ἐπὶ τὰν κοινὰν ἑστίαν καλέσαι· ἐδόθη τε αὐτῷ τὰ προ-
γεγραμμένα τίμια. ἄρχοντος Αἰακίδα τοῦ Βαβύλου, βουλευόντων Ὀρθαίου,
Θεοξένου, Ἀντιγένεος, Φιλάγρου.
Search Help
Contact Us