[ ]
Phokis — Delphi — undated — SIG(3) 739
1 | Δελφοὶ ἔδωκαν Μενάνδρωι Δαιδάλου Ἀκαρνᾶνι ἀπὸ Θυρρείου, |
κατὰ δὲ χρηματισμὸν Κασσωπαίωι, τῶι γραμματικῶι, αὐτῶι καὶ ἐγγόνοις | |
προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πάν- | |
τοις {τοις} τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τἄλλα τίμια πάντα ὅσα καὶ | |
5 | τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἐπεὶ παραγενόμενος |
ἐν Δελφοὺς ἀπαρχὰν ἐποήσατο ἀπὸ τοῦ μαθήματος τῶι θεοῖ καὶ τᾶι πόλει, | |
ἀποκαθήμενος ἐν τῶι γυμνασίωι καὶ διατιθέμενος σχολὰς ἐν αἷς καὶ εὐδοκίμησε, | |
διδομένου τε αὐτῶι καὶ ἐράνου ὑπὸ τᾶς πόλιος οὐκ ἐδέξατο, φάμενος ἐπιδεδα- | |
μήκειν ἐν Δελφοὺς τᾶς τε τοῦ θεοῦ τιμᾶς ἕνεκα καὶ τᾶς Δελφῶν καταλογᾶς, ὃν καὶ ἐπὶ | |
10 | πάντοις τούτοις ἔδοξε καὶ ἐπὶ τὰν κοινὰν ἑστίαν καλέσαι· ἐδόθη τε αὐτῷ τὰ προ- |
γεγραμμένα τίμια. ἄρχοντος Αἰακίδα τοῦ Βαβύλου, βουλευόντων Ὀρθαίου, | |
Θεοξένου, Ἀντιγένεος, Φιλάγρου. |