[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος] Νικοστράτου τοῦ Ἄρχωνος, μηνὸς Δαιδαφορίου, βουλευόντων Πολεμάρχου τοῦ Δάμωνος, Εὐκλείδα τοῦ Αἰακίδ[α, ἐπὶ το]ῖσδε ἀπέδοτο [Μενεκράτεια Μενεκράτεος τῶι Ἀπόλλωνι τῶι Πυθί]ωι κοράσια τρ[ία αἷς]
[ὀνόμ]ατα Σωτηρίχα, Σύμφορον, Τρυφέρα, τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου ἐν ἑνὶ πάντων μνᾶν δέκα. β[εβαιωτὴρ] Διόδωρος Δωρο[θέου. παραμινάτωσαν δὲ αὐτᾶι τὰ προγ]εγραμμένα σώματα Σ[ωτη]-
[ρίχα, Σ]ύμφορον, Τρυφέρα πάντα τὸν χρόνον ἕ[ως] κα ζῇ Μενεκράτεια, δουλεύοντα καὶ ποιοῦντα π[ᾶν τ]ὸ ἐπιτασσόμενο[ν πᾶν τὸ δυνατόν. εἰ δέ τι τῶν προγεγραμμέ]νων σωμάτων μὴ πειθαρχέ[οι]
[H)\ MH\ P]OIE/OI TO\ E)PI[TASS]O/MENON U(PO\ *MENEKRATEI/AS, E)COUSI/AN E)XE/TW *MENEKRA/TEIA EI)/TE KA QE/LH| PWLEI=N TW=N PROG[EG]RAMME/NWN TI SWMA/TWN [PWLE/OUSA EI)/TE KOLA/ZOUSA KAI\ PLAGAI=]S KAI\ [D]ESMOI=S KAQW/S KA QE/LH|. EI) DE/
5 [κα ἐν] τῶι ἀνάμεσον χρόνωι γένηται τ[έκνο]ν ἐγ Μενεκρατείας, [δ]ότωσαν Σωτηρίχα, Σύμφορον, Τρυφέρα ἑκάστα αὐτᾶν τῶι τέ[κνωι] τῶι ἐγ Μενεγρατείας ἀργυ[ρίου μνᾶν καὶ ἐλευθέρα ἔστω ἀπὸ πάν]των. ἐπεί δέ κα τι πάθῃ ἀνθρώπινον
Μενεκράτεια ἀγενὴς ὑπάρχουσα, ἔστωσαν τὰ προγεγραμμένα σώματα πάντα ἐλεύθερα μηθενὶ μηθὲν ἐκτείσαντα ΟΣ[․․․․]Μ̣ΕΙΝΩΝΤΙ ἐν τᾷ παραμονᾶ, [ἀλλὰ ἐξουσίαν ἐχέτωσαν ποιέοντ]α ὅ κα θέλωντι καὶ ἀποτρέχοντα ᾇ κα θέ-
λωντι. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμμένων σωμάτων ἐπὶ καταδουλισμῷ, κύριος ἔστω πᾶς ὁ παρατυχὼν σ[υλέω]ν καὶ ἀφαιρείμενος ἐν [ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικο]ς πάσας δίκας καὶ ζαμίας· καὶ οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος οἱ ἐσόμενοι τόκα ἐξουσίαν ἐχέτωσαν ἀφαιρείμενοι ἐν ἐλευθερίαν ὡς ἐλεύθερα. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπ[όλ]-
λωνος Λαιάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος, καὶ οἱ προστάται Καλλίστρατος Αἰακίδα, Ξενόκριτος Μένητος, καὶ ὁ νακόρος Δάμω[ν]
10 Ὀρθαίου, καὶ ἰδιῶται Ἀρχίας Διοδώρου, Δρομοκλείδας Ἀρχία, Σώστρατος Σωτύλου, Φιλαίτωλος Μέντορος, Δάμων Ἀγάθωνος, Πάτρων Ἀριστοβού-
λου, Καλλίας Εὐκλείδα, Πολυκράτης Φιλοκράτεος, Πολύξενος Ἀρίστωνος, Σατυρίων Σατύρου.
Search Help
Contact Us