[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος] Νικοστράτου τοῦ Ἄρχωνος, μηνὸς Δαιδαφορίου, βουλευόντων Πολεμάρχου τοῦ Δάμωνος, Εὐκλείδα τοῦ Αἰακίδ[α, ἐπὶ το]ῖσδε ἀπέδοτο [Μενεκράτεια Μενεκράτεος τῶι Ἀπόλλωνι τῶι Πυθί]ωι κοράσια τρ[ία αἷς] |
[ὀνόμ]ατα Σωτηρίχα, Σύμφορον, Τρυφέρα, τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου ἐν ἑνὶ πάντων μνᾶν δέκα. β[εβαιωτὴρ] Διόδωρος Δωρο[θέου. παραμινάτωσαν δὲ αὐτᾶι τὰ προγ]εγραμμένα σώματα Σ[ωτη]- | |
[ρίχα, Σ]ύμφορον, Τρυφέρα πάντα τὸν χρόνον ἕ[ως] κα ζῇ Μενεκράτεια, δουλεύοντα καὶ ποιοῦντα π[ᾶν τ]ὸ ἐπιτασσόμενο[ν πᾶν τὸ δυνατόν. εἰ δέ τι τῶν προγεγραμμέ]νων σωμάτων μὴ πειθαρχέ[οι] | |
[ἢ μὴ π]οιέοι τὸ ἐπι[τασσ]όμενον ὑπὸ Μενεκρατείας, ἐξουσίαν ἐχέτω Μενεκράτεια εἴτε κα θέλῃ πωλεῖν τῶν προγ[εγ]ραμμένων τι σωμάτων [πωλέουσα εἴτε κολάζουσα καὶ πλαγαῖ]ς καὶ [δ]εσμοῖς καθώς κα θέλῃ. εἰ δέ | |
5 | [κα ἐν] τῶι ἀνάμεσον χρόνωι γένηται τ[έκνο]ν ἐγ Μενεκρατείας, [δ]ότωσαν Σωτηρίχα, Σύμφορον, Τρυφέρα ἑκάστα αὐτᾶν τῶι τέ[κνωι] τῶι ἐγ Μενεγρατείας ἀργυ[ρίου μνᾶν καὶ ἐλευθέρα ἔστω ἀπὸ πάν]των. ἐπεί δέ κα τι πάθῃ ἀνθρώπινον |
Μενεκράτεια ἀγενὴς ὑπάρχουσα, ἔστωσαν τὰ προγεγραμμένα σώματα πάντα ἐλεύθερα μηθενὶ μηθὲν ἐκτείσαντα ΟΣ[․․․․]Μ̣ΕΙΝΩΝΤΙ ἐν τᾷ παραμονᾶ, [ἀλλὰ ἐξουσίαν ἐχέτωσαν ποιέοντ]α ὅ κα θέλωντι καὶ ἀποτρέχοντα ᾇ κα θέ- | |
λωντι. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμμένων σωμάτων ἐπὶ καταδουλισμῷ, κύριος ἔστω πᾶς ὁ παρατυχὼν σ[υλέω]ν καὶ ἀφαιρείμενος ἐν [ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικο]ς πάσας δίκας καὶ ζαμίας· καὶ οἱ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος οἱ ἐσόμενοι τόκα ἐξουσίαν ἐχέτωσαν ἀφαιρείμενοι ἐν ἐλευθερίαν ὡς ἐλεύθερα. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπ[όλ]- | |
λωνος Λαιάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος, καὶ οἱ προστάται Καλλίστρατος Αἰακίδα, Ξενόκριτος Μένητος, καὶ ὁ νακόρος Δάμω[ν] | |
10 | Ὀρθαίου, καὶ ἰδιῶται Ἀρχίας Διοδώρου, Δρομοκλείδας Ἀρχία, Σώστρατος Σωτύλου, Φιλαίτωλος Μέντορος, Δάμων Ἀγάθωνος, Πάτρων Ἀριστοβού- |
λου, Καλλίας Εὐκλείδα, Πολυκράτης Φιλοκράτεος, Πολύξενος Ἀρίστωνος, Σατυρίων Σατύρου. |