[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος ἐν Δελφοῖς Πάτρωνος τοῦ]
[Ἀριστοβούλου, μη]νὸς Βυσίου, βουλ[ευόν]-
[των Φιλ]ονίκου τοῦ Διοδώρου, Εὐκλε[ίδα]
[τοῦ Ἡ]ρακλείδα, ἐπὶ τοῖσδε ἀπέδοτο [Με]-
5 [νεκ]ράτεα Μενεκράτεος τῶι Ἀπόλλωνι
[τ]ῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα ἀνδρεῖ-
ον παιδάριον οἰκογενὲς ὧι ὄνομα Ζώπυ-
ρος τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν
τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κα-
τὰ τοὺς νόμους τᾶς πόλιος Ἁβρό-
10 μαχος Ξεναγόρα. παραμεινάτω
δε Ζώπυρος Μενεκρατείᾳ ἕως κα
ζῇ Μενεκράτεια ποιῶν τὸ ἐπιτασσό-
μενον πᾶν ἀνεγκλήτως. εἰ δὲ μὴ πει-
θαρχέοι Ζώπυρος ἢ μὴ ποιέοι τὸ ἐπι-
15 τασσόμενον, ἐξουσίαν ἐχέτω Μενε-
κράτεια ἐπιτιμέουσα Ζωπύρῳ οἵω[ι]
κα προαιρῆται τρόπῳ. ἐπει δέ κα τι
ἀνθρώπινον γενηθῇ περὶ Μενεκρά-
τειαν, ἀπὸ [τούτ]ου τοῦ χρόνου ἐλ[εύ]-
20 θερος ἔστω Ζώπυρος καὶ μηθε[νὶ]
μηδὲ ἓν ποθήκων καὶ ἐξουσίαν ἐ[χέ]-
τω ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων [ᾇ]
κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ζω[πύ]-
ρου ἐπὶ καταδουλισμῶι, βέβαι[ον]
25 παρεχέτω τῶι θεῶι τὰν ὠνὰν [ὁ βε]-
βαιωτὴρ Ἁβρόμαχος, καὶ ὁμοίως [οἱ]
παρατυγχάνοντες ἐξουσίαν [ἐ]-
χέτωσαν συλέοντες Ζώπυρον ὡ[ς]
ἐλεύθερον ὄντα καὶ μηθενὶ μηδ[ὲ]
30 ἓν ποθήκοντα ἀζάμιοι ὄντες καὶ [ἀ]-
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μ[άρ]-
τυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [Νι]-
κόστρατος καὶ Ξενόκριτος καὶ ὁ ν[α]-
κόρος Κλεόμαντις καὶ ἰδιῶται Δω[ρό]-
35 θεος Διοδώρου, Καλλίας Πυ[․․․․], [Πο]-
λυκράτης, [․5-6․․]ων, Λε[— — — —].
Search Help
Contact Us