[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Διοκλέος τοῦ Φιλιστίωνος, μηνὸς Εἰλαίου, τάδε φρονῶν καὶ νῶν, Κλεόμαντις Δίνωνος |
ἀπέλυσε τᾶς παραμονᾶς Εἰσιάδα τὰν ἰδίαν θρεπτάν, καὶ ἀπέχω τὸ ἐν τᾷ παραμονᾷ καταγεγραμένον χρῆμα, | |
κ̣αὶ τὸν γεγενημένον ἐν τᾷ παραμονᾷ ἐξ αὐτᾶς υἱὸν Νικόστρατον, ὃν καὶ μετωνόμασα θέσει Κλεόμαντιν, ὅπως ἔωνται ἐλεύθεροι | |
ἀπὸ παντὸς τοῦ βελτίστου καὶ μηδενὶ μηδὲν ποθηκότες κατὰ μηδένα τρόπον. ἐπὶ δέ κά τι πάθῃ ἀνθρώπινον Κλεόμαντις, | |
5 | ἔστωσ[αν] τὰ καταλιφθέντα ὑπ’ αὐτοῦ πάντα <Σω>σύλᾳ ἐν χρήσει. καὶ εἰ τί κα πάθῃ Σωσύλα, ἔστωσ<αν> πάντα Εἰσιάδος κ<α>ὶ Κλεομάντιος, |
ἄλῳ δὲ μηδενὶ προσηκέτωσαν κατὰ μηδέν<α> τρό<πο>ν· ποιησάτω δὲ Εἰσιὰς τὰ ποτὶ γᾶν πάντα, καθὼς καὶ οἱ λοιποὶ ἄνθρωποι. | |
μάρτυρες οἵ τε ἱαρε<ῖ>ς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Διο<ν>ύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου, καὶ οἱ [ἄρ]χ[ον]τες Λαιάδας | |
Μελισίωνος, Νίκων Νικαίου, καὶ ἰδιῶται Στράταγος Φίλωνος, Ξενα<γ>όρας Ἁβρ<ο>μάχου, Λ<α>μένης Ε<ὐ>κράτους, Εὐά[γ]γ[ε]λος Μεγάρτα, | |
Ἄγων Ποπλίου. |