[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Μελισσίωνος, μηνὸς Ἰλαίου, βουλευόντων Ἀριστοκλέα |
τοῦ Φιλονίκου, Ἀντιφίλου τοῦ Γοργίλου, ἀπέδοτο Φιλέρως Δημητρί- | |
ου τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ κοράσιον ᾇ ὄνομα Τρύφαινα | |
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ | |
5 | κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκλείδας Ἡρακλείδα. εἰ δέ τις ἐφάπτοι- |
το Τρυφαίνας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠ- | |
νὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
κύριος ἔστω συλέων Τρύφαιναν ὡς ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυ- | |
πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Τρύφαινα Φιλέ- | |
10 | ρωτι καὶ τᾷ γυναικὶ αὐτοῦ Πραπίδι, ποιοῦσα τὸ ἐπιτασσόμενον |
πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμίναι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον, | |
ἐξουσίαν ἐχέτω Φιλέρως καὶ Πραπὶς ἐπιτιμέοντες Τρυφαίνᾳ | |
τρόπῳ ᾧ κα θέλωντι. δότω δὲ Τρύφαινα Στάκτῃ ἀργυρίου μνᾶς δύο ἢ ἐνι- | |
αὐσιον βρέφος. εἰ δὲ θέλοι προαπελθεῖν δότωι ἀργυρίου μνᾶς τρεῖς | |
15 | Φιλέρωτι ἢ Πραπίδι καὶ ἔστω ἐλαυθέρα. μάρτυρες οἵ τε |
ἱερεῖ<ς> τοῦ Ἀπόλλωνο<ς> Καλλίστρατος, Διόδωρος καὶ ἰδιῶται Νικαῖος, | |
<Σ>έλαυκο<ς>, Πολυκράτης, Ἡρακλείδας, Ἀντιφάνης. |