FD III 3:330
[ ] Phokis — Delphi — undated
1 [ἄρχ]οντος Ἀντιγένεος τοῦ Ἀρχία, μηνὸς Ἰλαίου, βουλευόντων Φιλλέα το[ῦ Λαμένεος, Ἀθανίωνος]
[τοῦ] Κλεοξενίδα, ἀπέδοντο Ἀντ[ί]γονος Βαβύλου καὶ Πολύα Ευ[․3-4․]α σῶμα [ἀνδρεῖον οἰ]-
[κογ]ενὲς ᾧ ὄνομα Σωσίπατρος τειμᾶς ἀργυρίου μνᾶν δέκα τριῶν καὶ στ[ατῆρας —]
[καὶ] τὰν τειμὰν ἀπέχοντι πᾶσ[αν]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό[λιος — —]
5 [․3-4․]αντου, καθὼς ἐπίστευσε Σωσίπατρος τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλ[εύθερος εἶμεν]
[καὶ ἀ]νέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο Σω[σιπάτρου ἐπὶ]
[κα]ταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι [καὶ ὁ βεβαιωτήρ].
[ὁ]μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωσίπατρον ἐλεύθερον ἀζ[άμιος ὢν καὶ]
ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Π[υθίου Κ]αλ-
10 λίστρατος Αἰακίδα, Φίλων Στρατάγου καὶ ἰδιῶται Πολέμαρχος Δάμωνος, Εὐκλείδας Ἡρακλεί-
δα, Μελισσίων Διονυσίου, Διονύσιος Ἀστοξένου, Κλέων Διοδώρου.
Search Help
Contact Us