[ ]
Phokis — Delphi — undated
1 | [ἄρχον]τος Ἀντιγένεος τοῦ Ἀρχία, μηνὸς Ἰλαίου, βουλευόντ[ων Φιλλέα τοῦ Λαμένεος, Ἀθανίωνος] |
[τοῦ Κλεο]ξενίδα, ἀπέδοντο Ἀρίστιον Ἀρίστοδάμου καὶ Σωσίλα Ἀμφιδ[άμου σῶμα ἀνδρεῖον οἰκογενὲς] | |
[ᾧ ὄνομα Π]αράμονος τειμᾶς ἀργυρίου μνᾶν ἑπτὰ καὶ στατήρων δέκα κ[αὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν]. | |
[βεβαιωτὴ]ρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀθανίων Κλεοξενίδα κα[θὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν], | |
5 | [ἐφ’ ᾧ ἐλεύθ]ερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρό[νον. εἰ δέ τις ἐφάπτοιτο Πα]- |
[ραμόνου ἐ]πὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν α[ἵ τε ἀποδόμεναι καὶ ὁ βε]- | |
[βαιωτήρ. ὁμ]οίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Παράμονον ἐλ[εύθερον, ἀζάμιος ὢν καὶ ἀ]- | |
[νυπόδικος] πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος [τοῦ Πυθίου Καλλί]- | |
[στρατος, Φίλ]ων καὶ ἰδιῶται Πολέμαρχος, Ἐράτων, Μέντωρ, Κλέων, Σωσίπα̣[τρος, —?—]. |