[ ] Phokis — Delphi — undated
1 [ἄρχον]τος Ἀντιγένεος τοῦ Ἀρχία, μηνὸς Ἰλαίου, βουλευόντ[ων Φιλλέα τοῦ Λαμένεος, Ἀθανίωνος]
[τοῦ Κλεο]ξενίδα, ἀπέδοντο Ἀρίστιον Ἀρίστοδάμου καὶ Σωσίλα Ἀμφιδ[άμου σῶμα ἀνδρεῖον οἰκογενὲς]
[ᾧ ὄνομα Π]αράμονος τειμᾶς ἀργυρίου μνᾶν ἑπτὰ καὶ στατήρων δέκα κ[αὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν].
[βεβαιωτὴ]ρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀθανίων Κλεοξενίδα κα[θὼς ἐπίστευσε τῷ θεῷ τὰν ὠνὰν],
5 [ἐφ’ ᾧ ἐλεύθ]ερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρό[νον. εἰ δέ τις ἐφάπτοιτο Πα]-
[ραμόνου ἐ]πὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν α[ἵ τε ἀποδόμεναι καὶ ὁ βε]-
[βαιωτήρ. ὁμ]οίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Παράμονον ἐλ[εύθερον, ἀζάμιος ὢν καὶ ἀ]-
[νυπόδικος] πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος [τοῦ Πυθίου Καλλί]-
[στρατος, Φίλ]ων καὶ ἰδιῶται Πολέμαρχος, Ἐράτων, Μέντωρ, Κλέων, Σωσίπα̣[τρος, —?—].
Search Help
Contact Us