[ ]
Phokis — Delphi — undated
1 | [ἄ]ρχοντος Διοδώρου το[ῦ] |
[Δ]ωροθέου, βουλευόντω[ν] | |
{λευόντων} Εὐκλέους τοῦ Ἄ[ρ]- | |
χωνος, Κλέωνος τοῦ Νικ[ία], | |
5 | μηνὸς Ποιτροπίου, ἀπέδοτο [Δά]- |
μων Νίκωνος τῷ Ἀπόλλωνι τ[ῷ] | |
Πυθίωι κοράσιον ᾧ ὄνομα Ἀντ[ι]- | |
[γ]όνα, τιμᾶς ἀργυρίου μνῶν τ[εσ]- | |
[σ]άρων, καὶ τὰν τιμὰν ἀπέχοι πᾶσα[ν], | |
10 | καθὼς ἐπίστευσε Ἀντιγόνα τ[ὰν] |
ὠνὰν τῷ θεῷ, ἐφ’ ᾧτε ἐλευθέ[ρα] | |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πά<ν>τω[ν] | |
[τ]ὸν πάντα χρόνον. βεβαιωτὴρ κα[τὰ] | |
[τ]οὺς νόμους τᾶς πόλιος Με- | |
15 | [λ]ισσίων Διονυσίου. εἰ δέ τις |
[ἐ]φάπτοιτο Ἀντιγόνας ἐπὶ κα[τα]- | |
[δ]ουλισμῷ, βέβαιον παρεχόντω | |
[τ]ῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδό- | |
[μ]ενος καὶ ὁ βεβαιωτὴρ· ὁμοίω[ς] | |
20 | [δ]ὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω |
[συ]λέων Ἀντιγόναν ὡς ἐλευθέραν, | |
[ἀζ]άμιος ὢν καὶ ἀνυπόδικος [π]ά- | |
[σα]ς δίκας καὶ ζαμίας. μάρτυρο[ι οἵ τε] | |
[ἱερ]εῖς τοῦ Ἀπόλλωνος Καλλίστρ[ατος Αἰ]- | |
25 | [ακίδ]α, Φίλων Στρατάγου· <κ>αὶ ἰδιῶ[ται Διο]- |
[ν]ύσιος Ἀστοξένου, Σέλευκος Βαβ[ύλου, Θεό]- | |
[ξ]ενος Φιλαιτώλου, Δωρόθεος Α[․․c.7․․] | |
[․ο]υ, Πολέμαρχος Δάμωνος. |