[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ἀντιγένεος τοῦ Ἀρχία, μηνὸς Ἐν[δυσποι]τ̣ρ̣[οπίου, β]ουλευόντων Φιλλέα τοῦ Λαμένεος, |
Ἀθανίωνος τοῦ Κλεοξενίδα, ἐπὶ τοῖσδε [ἀπέδοτο ․․c.8․․․] Δ<ω>ροθέου σῶμα γυναικεῖον οἰκογ[ε]- | |
νὲς ᾇ ὄνομα Καλλιόπα, τιμᾶς ἀργυρίου μνᾶν ε[— — καὶ τὰν τιμὰν] ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό- | |
μους τᾶς πόλιος Ἐπίνικος Νικοστράτ[ου, καθὼς ἐπίστευσε Καλλιόπα τῷ] θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧ ἐλευθέραν | |
5 | εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντ[α χρόνον. εἰ δέ τις ἐφάπτοιτο] Καλλιόπας ἐπὶ καταδουλ[ι]- |
σμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠν[ὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ]. ὁμοίως δὲ καὶ ὁ π[α]- | |
ρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Καλλιόπαν ἐ[λευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀ]νυπόδικος πάσας | |
δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ [Ἀ]πόλλω[νος Καλλίστρατο]ς Αἰακίδα, Φίλων Στρα- | |
τάγου καὶ ἰδιῶται ΛΛΕ[․․6․․․]ΜΕ[․․5․․], Μεγάρτας Εὐαγγέλου, Ἐπάγαθος [Ἐπ]αγάθου, Σωσίβιο[ς] | |
10 | [Φ]ιλίπ[που], Κ̣λ̣εοφάν̣ης, Σάτ[υ]ρο[ς]. |