FD III 3:323
[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἀντιγένεος τοῦ Ἀρχία, μηνὸς Ἐν[δυσποι]τ̣ρ̣[οπίου, β]ουλευόντων Φιλλέα τοῦ Λαμένεος,
Ἀθανίωνος τοῦ Κλεοξενίδα, ἐπὶ τοῖσδε [ἀπέδοτο ․․c.8․․․] Δ<ω>ροθέου σῶμα γυναικεῖον οἰκογ[ε]-
νὲς ᾇ ὄνομα Καλλιόπα, τιμᾶς ἀργυρίου μνᾶν ε[— — καὶ τὰν τιμὰν] ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό-
μους τᾶς πόλιος Ἐπίνικος Νικοστράτ[ου, καθὼς ἐπίστευσε Καλλιόπα τῷ] θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧ ἐλευθέραν
5 εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντ[α χρόνον. εἰ δέ τις ἐφάπτοιτο] Καλλιόπας ἐπὶ καταδουλ[ι]-
σμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠν[ὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ]. ὁμοίως δὲ καὶ ὁ π[α]-
ρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Καλλιόπαν ἐ[λευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀ]νυπόδικος πάσας
δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ [Ἀ]πόλλω[νος Καλλίστρατο]ς Αἰακίδα, Φίλων Στρα-
τάγου καὶ ἰδιῶται ΛΛΕ[․․6․․․]ΜΕ[․․5․․], Μεγάρτας Εὐαγγέλου, Ἐπάγαθος [Ἐπ]αγάθου, Σωσίβιο[ς]
10 [Φ]ιλίπ[που], Κ̣λ̣εοφάν̣ης, Σάτ[υ]ρο[ς].
Search Help
Contact Us