[ ]
Phokis — Delphi — undated
1 | [ἄρχον]τος Μένητος τοῦ Δάμωνος, μηνὸς Βου[κατίο]υ, βουλευόντω[ν Σ]τ̣ρα̣[τά]γου τοῦ Φίλωνος, Λέωνος τ[οῦ Ξενο]φάντ̣ου, ἀπέδοτο [․]α- |
[․․c.8․․․] τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σώματα [ἀνδ]ρε̣[ῖα δύο οἰ]κογε[νῆ] οἷς ὀνόματα Ἀρίστων κ[αὶ Διο]κλῆς τιμᾶς ἀργυρίου | |
[μ]νᾶν εἴκοσι καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν καθὼς ἐ[πίστ]ε[υσα]ν Ἀρίστων καὶ Διοκλῆς τῷ θεῷ τὰν ὠνὰν ἐφ’ ᾧ[τ]ε ἐλευθέ- | |
[ρ]ους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρό[νον. β]εβαιωτὴρ κατὰ τοὺς [ν]ό[μ]ου[ς] τᾶς πόλιος Νικίας Φιλονίκου. | |
5 | εἰ δέ τις ἐφάπτοιτο Ἀρίστωνος ἢ Διοκλέος ἐπὶ καταδο[υλισμ]ῷ, βέβαιον παρεχόντω τῷ [θε]ῷ τὰν ὠνὰν [ὅ] τε ἀποδόμε- |
νος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ[τω] συλέων Ἀρί[στ]ω[να] καὶ Διοκλῆ ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢ[ν] | |
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερε[ῖς] τοῦ [Ἀπόλ]λωνος Κα[λλί]στρατος Αἰακίδα, Φίλων Στρατ[ά]- | |
γου καὶ ἰδιῶται Πολέμαρχος Δάμωνος, Μελισίων [․]ο[․․․8․․․․], Θεόξενος Φιλαιτώλου, Ξεναγόρας Ἁβρομ[άχου]. |