[ ]
Phokis — Delphi — undated
1 | ἐπὶ δὲ ἄρ[χον]- |
τος Διονυσίου καὶ μηνὸς Ἰλαιου, ἀπέλυσε Θεόφιλος Εὐαμέρου τᾶς [πα]- | |
ραμονᾶς Νικώ, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν ἀπὸ πάντων τὸν πάντα χρόνον. | |
μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος καὶ Φίλων, κ[αὶ] | |
5 | βουλευταὶ Κλέων καὶ Εὐκλῆς, Θεόξενος, Ἐπίνικος, Ἄθαμβ[ος]. |