[ ] Phokis — Delphi — undated
1 [ἄ]ρχοντος Διοδώρου τοῦ Δωροθέου,
[μ]ηνὸ<ς> Ἐνδυσποιτροπίου, βουλευόντων
[Κ]λέωνος τοῦ Νικία, Εὐκλέους τοῦ Ἄρχω-
νος, ἀπέδοντο Σύμμαχος Ξενοφάν-
5 [τ]ου καὶ Νουμηνὶς Μάχωνος τῷ Ἀπόλ-
[λ]ωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ παιδάρι-
[ον] οἰκογενὲς ᾧ ὄνομα Ἀφροδείσιος
[τι]μᾶς ἀ[ργυρίου] μνᾶν δύο καὶ τὰν τιμὰν
[ἀ]πέχοντι π[ᾶσ]αν. βεβαιωτὴρ
10 [κ]ατὰ τοὺς νόμ[ο]υς τᾶς πόλιος
[Ἐ]πίνικος Νικοστράτου. εἰ δέ
[τ]ις ἐφάπτοιτο Ἀφροδεισίου ἐ-
[π]ὶ καταδουλισμῷ, βέβαιον παρε-
[χ]όντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀ-
15 [π]οδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁ-
[μ]οίως δὲ καὶ ὁ παρατυχὼν κύ-
[ρι]ος ἔστω συλέων Ἀφροδείσι-
[ο]ν ἐλεύθερον, ἀζάμιος ὢν καὶ
[ἀ]νυπόδικος πάσας δίκας καὶ
20 [ζ]αμίας. μάρτυρες οἵ τε ἱερεῖς
[τ]οῦ Ἀπόλλωνος Καλλίστρατος
Αἰακίδα, Φίλων Στρατάγου, καὶ ἰ-
διῶται Πολύκλειτος Μέντορος,
Ἀντίφιλος Γοργίλου, Αἰακίδας Εὐκλεί-
25 δα, Νικίας Φιλονίκου, Ἀθανίων Κλε-
[ο]ξενίδα.
Search Help
Contact Us