[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἀστοξένου τοῦ Διονυσίου, μηνὸς Δαιδαφορίου, βουλευόντων Νικαίου τοῦ Νίκωνος, Εὐ<κ>ράτεος τοῦ Λαμέ[νεος, ἀπέδοτο]
Εὐκράτης <Λ>αμένεος, [συ]νευαρεστεούσας καὶ τᾶς γυναικὸς εὐτοῦ <Θε>αροῦς καὶ τοῦ υἱοῦ Λαμένεος καὶ τᾶς θυγατρὸς [— — — — —]
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, τὸ γένος Λιλ<αι>εύς, ὧι ὄνομα Νο<υ>μήνιος, τιμᾶς ἀργ[υρί]ου μνᾶν δέκα, καὶ τὰν τ[ιμὰν ἀπέχει]
[π]ᾶσαν. βεβ<α>ιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγένης Ἀρχία. εἰ δέ τις ἐφάπτοιτο Νουμηνίου ἐπὶ καταδουλισμῶι, [βέβαιον παρεχόντω]
5 [τ]ῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· κύριος δὲ ἔστωι καὶ ἄλλος ὁ παρατυχὼν συλέων Νουμήνιον, [ἀζάμιος ὧν καὶ ἀ]-
[ν]υπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Καλλίσστρατος, Διόδωρο[ς, Ἁβρόμαχος, καὶ ἰ]-
διῶται Λέων Θεόξενος, Μένης, Φιλλέας, Σέλευκος, Κρίτων.
Search Help
Contact Us