[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Σω]σ̣τ̣[ρ]άτου τοῦ Διονυσίου, βουλευόντων Ἀστοξένου τοῦ Διο[νυ]σίου, Εὐανγέλου τοῦ Ἀ[μ]ύντα, ἀπέδοτο Μ[— — — — —]
[․․c.8․․․, σ]υνευαρεστεούσας καὶ τᾶς ματρὸς αὐτοῦ Μενεκρατέας κα[ὶ τᾶς] θυγατρὸς Μενεκρατέας καὶ τᾶς γυναικ[ὸς — — —]
[․․c.7․․, τῶ]ι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, ἓν μὲν γυναικῖον ᾇ ὄνομα [Εὐαμερί]ς, ἓν δὲ κοράσιον ᾇ ὄνομα Εὐλογία, Εὐαμερὶ[ν μὲν μνᾶν — — —]
[․․, Εὐλογί]αν δὲ μνᾶν δύο, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσε Εὐαμερὶς καὶ [Εὐλογ]ία τῶι θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐ<λ>[ευθέρας εἶ]-
5 [μεν καὶ ἀνε]φάπτους τὸν πάντα χρόνον, ποιοῦσας ὅ κα θέλωντι καὶ ἀποτρεχούσα<ς ᾇ> κα θέλωντι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τ̣[ᾶς πόλιος]
[Βαβύλος Λ]αιάδ<α>. εἰ δέ τις ἐφάπτοιτο Εὐαμερίος ἢ Εὐλογίας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω [τῶι] θεῶι τὰν ὠνὰν οἵ τ[ε] ἀ<π>[ο]δ̣ό[μενοι καὶ ὁ]
[βεβαι]ωτὴρ Βαβύλος· κύριος δὲ ἔστω καὶ ἄλλος ὁ παρατυχὼν συλέων Εὐαμερὶν καὶ Εὐλογίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δ[ίκας καὶ ζαμί]-
[ας]. μάρτυροι οἵ τε ἵερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Καλλίσστρατος Αἰακίδα, Ἁβρόμαχος Ξεναγόρα, καὶ ἰδιῶται Πλεί[σταρχ]ος, [— — — — — — — — —]
ος, Στράτων, Κρίτων.
10
Search Help
Contact Us